|
Εἰ δή τις ἐρωτήσειεν, ὦ ἄνδρες Ἀθηναῖοι, ἐπὶ τίνι ἂν μάλιστ᾽ ἀγανακτήσαιτ᾽ εἴ τις ἀναγκάζοι, οἶμαι ἄν,
εἰ ἦσαν κατὰ τὸν νυνὶ χρόνον οἱ Πεισιστρατίδαι καί τις ἐβιάζετο κατάγειν αὐτοὺς δευρί, ἁρπάσαντας ἂν ὑμᾶς τὰ ὅπλα πάντα κίνδυνον
ὑπομεῖναι ἀντὶ τοῦ παραδέξασθαι,[…] παρὰ τοὺς ὅρκους τοίνυν καὶ τὰς συνθήκας τὰς ἐν τῇ κοινῇ εἰρήνῃ γεγραμμένας Ἀλέξανδρος εἰς Μεσσήνην
καταγαγὼν τοὺς Φιλιάδου παῖδας, ὄντας τυράννους, ἆρ᾽ ἐφρόντισε τοῦ δικαίου, ἀλλ᾽ οὐκ ἐχρήσατο τῷ αὑτοῦ ἤθει τῷ τυραννικῷ,
βραχὺ φροντίσας ὑμῶν καὶ τῆς κοινῆς ὁμολογίας;
|