|
[3.1] Περικλῆς γὰρ ἦν τῶν μὲν φυλῶν Ἀκαμαντίδης, τῶν δὲ δήμων Χολαργεύς, οἴκου δὲ καὶ
γένους τοῦ πρώτου κατ᾽ ἀμφοτέρους. [3.2] Ξάνθιππος γὰρ ὁ νικήσας ἐν Μυκάλῃ τοὺς
βασιλέως στρατηγοὺς ἔγημεν Ἀγαρίστην Κλεισθένους ἔγγονον, ὃς ἐξήλασε Πεισιστρατίδας
καὶ κατέλυσε τὴν τυραννίδα γενναίως καὶ νόμους ἔθετο καὶ πολιτείαν ἄριστα κεκραμένην
πρὸς ὁμόνοιαν καὶ σωτηρίαν κατέστησεν. [3.3] αὕτη κατὰ τοὺς ὕπνους ἔδοξε τεκεῖν λέοντα,
καὶ μεθ᾽ ἡμέρας ὀλίγας ἔτεκε Περικλέα, τὰ μὲν ἄλλα τὴν ἰδέαν τοῦ σώματος ἄμεμπτον,
προμήκη δὲ τῇ κεφαλῇ καὶ ἀσύμμετρον. [3.4] ὅθεν αἱ μὲν εἰκόνες αὐτοῦ σχεδὸν ἅπασαι
κράνεσι περιέχονται, μὴ βουλομένων ὡς ἔοικε τῶν τεχνιτῶν ἐξονειδίζειν. οἱ δ᾽ Ἀττικοὶ
ποιηταὶ σχινοκέφαλον αὐτὸν ἐκάλουν·
|