|
Φίλιππος: Οἶδα ταῦτα πάντα· Κλεῖτος γὰρ ἀπήγγειλέ μοι, ὃν σὺ τῷ δορατίῳ διελάσας μεταξὺ δειπνοῦντα ἐφόνευσας,
ὅτι με πρὸς τὰς σὰς πράξεις ἐπαινέσαι ἐτόλμησε. [4] σὺ δὲ καὶ τὴν Μακεδονικὴν χλαμύδα καταβαλὼν κάνδυν, ὥς φασι, μετενέδυς καὶ τιάραν ὀρθὴν
ἐπέθου καὶ προσκυνεῖσθαι ὑπὸ Μακεδόνων, ὑπ᾽ ἐλευθέρων ἀνδρῶν, ἠξίους, καὶ τὸ πάντων γελοιότατον, ἐμιμοῦ τὰ τῶν νενικημένων.
|