|
Πόθον μὲν εἶναι Άλεξάνδρῳ ἐκπεριπλῶσαι τὴν θάλασσαν τὴν ἀπὸ Ἰνδῶν ἔστε ἐπὶ τὴν Περσικήν, ὀκνέειν δὲ αὐτὸν τοῦ τε πλόου
τὸ μῆκος καὶ μή τινι ἄρα χώρῃ ἐρήμῳ ἐγκύρσαντες ἤ ὅρμων ἀπόρῳ ἤ οὐ ξυμμέτρως ἐχούσῃ τῶν ὡραίων, οὕτω δὴ διαφθαρῇ αὐτῷ ὁ στόλος,
καὶ οὐ φαύλη κηλὶς αὕτη τοῖς ἔργοισιν αὐτοῦ τοῖσι μεγάλοισιν ἐπιγενομένη τὴν πᾶσαν εὐτυχίην αὐτῷ ἀφανίσῃ· ἀλλὰ ἐκνικῆσαι γὰρ αὐτῷ τὴν ἐπιθυμίην
τοῦ καινόν τι αἰεὶ καὶ ἄτοπον ἐργάζεσθαι. [...] Λαμπρότης τε πολλὴ τῇ παρασκευῇ ἐποῦσα καὶ κόσμος τῶν νεῶν καὶ σπουδαὶ τῶν τριηράρχων ἀμφὶ τὰς ὑπηρεσίας τε
καὶ τὰ πληρώματα ἐκπρεπέες καὶ τοὺς πάντ’ἤδη πάλαι κατοκνέοντας ἐς ῥώμην ἅμα καὶ ἐλπίδας χρηστοτέρας ὑπὲρ τοῦ παντὸς ἔργου ἐπηρκότα ἦν.
|